Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121β.2 | Hdt. 2.121δ.1 (English) | >>Hdt. 2.121δ.5 |
2.121γ.1 ὡς δὲ ἡμέρη ἐγένετο , ἐσελθόντα τὸν βασιλέα ἐς τὸ οἴκημα ἐκπεπλῆχθαι ὁρῶντα τὸ σῶμα τοῦ φωρὸς ἐν τῇ πάγῃ ἄνευ τῆς κεφαλῆς ἐόν , τὸ δὲ οἴκημα ἀσινὲς καὶ οὔτε ἔσοδον οὔτε ἔκδυσιν οὐδεμίαν ἔχον . ἀπορεύμενον δέ μιν τάδε ποιῆσαι · τοῦ φωρὸς τὸν νέκυν κατὰ τοῦ τείχεος κατακρεμάσαι , φυλάκους δὲ αὐτοῦ καταστήσαντα ἐντείλασθαί σφι , τὸν ἂν ἴδωνται ἀποκλαύσαντα ἢ κατοικτισάμενον , συλλαβόντας ἄγειν πρὸς ἑωυτόν .
2.121γ.2
ἀνακρεμαμένου δὲ τοῦ νέκυος τὴν μητέρα δεινῶς φέρειν , λόγους δὲ πρὸς τὸν περιεόντα παῖδα ποιευμένην προστάσσειν αὐτῷ ὅτεῳ τρόπῳ δύναται μηχανᾶσθαι ὅκως τὸ σῶμα τοῦ ἀδελφεοῦ καταλύσας κομιεῖ · εἰ δὲ τούτων ἀμελήσει , διαπειλέειν αὐτὴν ὡς ἐλθοῦσα πρὸς τὸν βασιλέα μηνύσει αὐτὸν ἔχοντα τὰ χρήματα .
ch. 121δ
2.121δ.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121β.2 | Hdt. 2.121δ.1 (English) | >>Hdt. 2.121δ.5 |